Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.245 Joseph. AJ 7.250 (English) >>Joseph. AJ 7.255

7.248καθεζομένῳ δὲ Δαυίδῃ μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότʼ αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ κατʼ αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν. 7.249τοῦ δʼ ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετʼ ὀλίγον ἕπεσθαί τινα καὶ ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν σκοπὸς ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης. 7.250

Καὶ μεταξὺ ταῦτα λέγοντος τοῦ βασιλέως φανεὶς Ἀχιμᾶς προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆς μάχης νίκην εὐαγγελίζεται καὶ κράτος. ἐρομένῳ δʼ εἴ τι καὶ περὶ τοῦ παιδὸς ἔχοι λέγειν αὐτὸς μὲν ἔφασκεν εὐθὺς ὁρμῆσαι πρὸς αὐτὸν τῆς τροπῆς τῶν πολεμίων γενομένης, ἀκοῦσαι δὲ μεγάλης φωνῆς διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ πεμφθέντα ὑπὸ Ἰωάβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι. 7.251παραγενομένου δὲ τοῦ Χουσὶ καὶ προσκυνήσαντος καὶ τὴν νίκην σημήναντος, περὶ τοῦ παιδὸς αὐτὸν ἀνέκρινεν. δʼἐχθροῖς, εἶπε, 7.252τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ γένοιτο.” οὗτος λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτʼ αὐτῷ μεῖναι μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις· αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶτέκνον, ἐκβοῶν, εἴθε μοι τὸν θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι”· φύσει γὰρ ὢν φιλόστοργος πρὸς ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.245 Joseph. AJ 7.250 (English) >>Joseph. AJ 7.255

Powered by PhiloLogic